Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.4 Dem. 47.6 (English) >>Dem. 47.9

47.5ἐξὸν γὰρ αὐτοῖς ἀπηλλάχθαι πραγμάτων καὶ μὴ κινδυνεύειν εἰσιόντας εἰς ὑμᾶς, ἔργῳ βεβαιώσαντας ὡς ἀληθής ἐστιν μαρτυρία, οὐκ ἠθελήκασιν παραδοῦναι τὴν ἄνθρωπον, ἣν μεμαρτυρήκασιν προκαλέσασθαι πρὸς τῷ διαιτητῇ Πυθοδώρῳ ἐκ Κηδῶν παραδιδόναι ἕτοιμον εἶναι Θεόφημον, ἠξίουν δʼ ἐγὼ παραλαμβάνειν, ὡς οἱ μάρτυρες ὑμῖν οἱ τότε παραγενόμενοι ἐμαρτύρησαν ἐν τῷ δικαστηρίῳ, καὶ νῦν δὲ μαρτυρήσουσιν. καὶ Θεόφημος αὐτοῖς ὡς ἀληθῆ μεμαρτυρηκόσιν οὐκ ἐπεσκήψατο, οὐδʼ ἐπεξέρχεται τῶν ψευδομαρτυρίων. 47.6σχεδὸν μὲν οὖν μοι καὶ αὐτοὶ ὁμολογοῦσιν ἐν τῇ μαρτυρίᾳ ἐθέλειν με παραλαμβάνειν τὴν ἄνθρωπον, Θεόφημον δὲ ἀναβάλλεσθαι κελεύειν, ἐμὲ δὲ οὐκ ἐθέλειν. ἣν δʼ ἐγὼ μὲν ἠξίωσα παραλαμβάνειν, Θεόφημος δὲ προὐκαλέσατο παραδοῦναι, ὡς οὗτοί φασιν, τὸ δὲ σῶμα οὐδεὶς εἶδε παρόν, οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον πρὸς τῷ δικαστηρίῳ οὔτε ἄλλοθι οὐδαμοῦ παραδιδόμενον, ἐμαρτύρησαν δὲ οἱ μάρτυρες οὗτοι ὡς ἐθέλοι παραδοῦναι Θεόφημος καὶ πρόκλησιν προκαλοῖτο, 47.7ᾠήθησαν δὲ οἱ δικασταὶ ἀληθῆ εἶναι τὴν μαρτυρίαν, φεύγειν δʼ ἐμὲ τὸν ἔλεγχον <τὸν> ἐκ τῆς ἀνθρώπου περὶ τῆς αἰκείας, ὁπότερος ἡμῶν ἦρξεν χειρῶν ἀδίκων (τοῦτο γάρ ἐστιν αἴκεια), πῶς οὐκ ἀναγκαῖόν ἐστιν τούτους τοὺς μάρτυρας τὰ ψευδῆ μεμαρτυρηκέναι, οἵ γε οὐδὲ νῦν πω τολμῶσι τὸ σῶμα τῆς ἀνθρώπου παραδοῦναι, καθὰ ἔφασαν προκαλέσασθαι τὸν Θεόφημον καὶ ἐμαρτύρησαν αὐτῷ, καὶ τὴν μὲν μαρτυρίαν ἔργῳ βεβαιῶσαι ὡς ἀληθής ἐστιν, καὶ τοὺς μάρτυρας ἀπηλλάχθαι τοῦ ἀγῶνος παραδόντας τὸ σῶμα τῆς ἀνθρώπου,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.4 Dem. 47.6 (English) >>Dem. 47.9

Powered by PhiloLogic